Ὕμνος εἰς τὴν Πανσέληνον

Συζήτηση για θεούς, θρησκείες, κοσμογονία κλπ.
Άβαταρ μέλους
tanipteros
Basic poster
Basic poster
Δημοσιεύσεις: 721

Ὕμνος εἰς τὴν Πανσέληνον

Δημοσίευσηαπό tanipteros » Σήμερα, 13:39

# Ὕμνος εἰς τὴν Πανσέληνον
Ὦ σεμνοτάτη Πανσέληνε,
ἀργυρόφωτε λαμπρότης τῆς νυκτός,
εἰκὼν τῆς πληρότητος καὶ τῆς ἡσυχίας,
σύ, ἥτις οὐκ ἔχεις τὸ φῶς ἐξ ἑαυτῆς,
ἀλλὰ καθαρῶς ἀντανακλᾷς τὴν τοῦ Νοητοῦ Ἡλίου αἴγλην,
γίνου διδάσκαλος τῆς ἐμῆς ψυχῆς.

Δίδαξόν με νὰ γίνω καθρέπτης τοῦ Ἀγαθοῦ,
ὥσπερ σὺ καθρεπτίζεις τὸ φῶς τοῦ νοητοῦ κάλλους·
ἵνα μηδὲν ἴδιον ζητῶ,
ἀλλὰ πάντα πρὸς τὴν τοῦ Ἑνὸς ἐνότητα ἀνάγω.

Ὦ σελήνη πληθύουσα,
σύμβολον τῆς τελειώσεως τῶν κύκλων,
μαρτύρησον ὅτι πᾶν γιγνόμενον
οὐκ εἰς φθορὰν μόνον ἄγει,
ἀλλὰ καὶ εἰς τὴν σοφίαν διὰ τῆς μεταβολῆς.

Ἡ γένεσις καὶ ἡ φθορά,
ἡ αὔξησις καὶ ἡ μείωσις,
ἐν τῷ πεδίῳ τῶν ἀντιθέτων συμβαίνουσιν·
τὸ δὲ Ἕν μένει ἀκίνητον,
ὑπερούσιον,
ἀδιαίρετον,
ἀΐδιον.

Εἴθε τὸ ἀργυροῦν σου φέγγος
ἀπαλύνῃ τὰ πάθη τῆς ψυχῆς,
καταπραΰνῃ τὸν θυμόν,
διαλύσῃ τὸν φόβον,
καὶ καταστήσῃ τὸν νοῦν καθαρὸν
πρὸς θεωρίαν τῶν θείων.

Ἐν τῇ σιγῇ τῆς νυκτός
ἀναμιμνήσκομαι ὅτι πᾶσα ψυχὴ
φέρει ἐντός της τὸ Ἕν,
ἀκέραιον καὶ ἀμόλυντον,
ὃ οὐδέποτε γεννᾶται,
οὐδέποτε ἀπόλλυται,
ἀλλὰ διὰ τῶν πολλῶν περιβλημάτων
φαίνεται ὡς διακεκριμένον ὄν.

Ὦ Πανσέληνε,
γίνου σημεῖον ἀναγωγῆς,
οὐχὶ λατρείας.
Ἡ γὰρ δόξα σου
οὐκ ἐν σοὶ τελειοῦται,
ἀλλ᾿ εἰς τὸν Νοητὸν Ἥλιον ἀνάγει,
καὶ ὁ Νοητὸς Ἥλιος
εἰς τὰς θείας Ἑνάδας,
αἱ δὲ Ἑνάδες
εἰς τὸ ἄρρητον καὶ ἀπρόσιτον Ἕν.

Εἴθε διὰ τῆς λαμπρότητός σου
τιμῶμεν τὸ κάλλος τῆς φύσεως,
σπένδωμεν εἰρήνην πρὸς πάντα τὰ ὄντα,
ἀποβαλλώμεθα τὴν κακίαν,
καὶ μηδεμιᾷ ψυχῇ ἐπιθυμήσωμεν βλάβην.

Εἴθε τὰ ὄντα πάντα,
ἄνθρωποι, ζῷα, φυτά,
δαίμονες ἀγαθοὶ καὶ πνεύματα φωτός,
ὅσα τε περιπλανῶνται ἐν τῷ Γίγνεσθαι,
εὕρωσιν ὁδὸν πρὸς τὴν κάθαρσιν,
τὴν σοφίαν,
τὴν συμπάθειαν,
καὶ τὴν ἀνάβασιν.

Καὶ ὅταν πληρωθῇ ὁ κύκλος τῆς ἐμῆς πορείας,
ἀποθέσω τοὺς ὑλαίους καὶ ψυχικοὺς μανδύας,
καὶ μηκέτι δεσμεύωμαι
ὑπὸ γενέσεως, φθορᾶς καὶ αἰτίας,
ἀλλὰ γένωμαι ἁπλὴ ἐνότης,
ἐν τῷ ἀϊδίῳ Ἑνί,
ὅθεν πᾶσα ἀγαθότης προέρχεται
καὶ εἰς ὃ πᾶσα ἀναγωγὴ τελειοῦται.
Εἰρήνη τοῖς νοοῦσι.
Συμπάθεια πρὸς πάντα τὰ ὄντα.
Σοφία τῷ νοΐ.
Ἀρετὴ τῇ ψυχῇ.
Καὶ ἡ τοῦ Ἑνὸς ἀΐδιος ἐνότης
εἴη τέλος πάσης πορείας.

Εἴη.


Εικόνα
0 .
ΦΩΣ !!! :yesyes:

Επιστροφή σε “Θεολογία”